Add parallel Print Page Options

18 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· Τίνα με [a]οἱ ὄχλοι λέγουσιν εἶναι; 19 οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. 20 εἶπεν δὲ αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; [b]Πέτρος δὲ ἀποκριθεὶς εἶπεν· Τὸν χριστὸν τοῦ θεοῦ.

21 Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ [c]λέγειν τοῦτο, 22 εἰπὼν ὅτι Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ [d]ἐγερθῆναι.

23 Ἔλεγεν δὲ πρὸς πάντας· Εἴ τις θέλει ὀπίσω μου [e]ἔρχεσθαι, ἀρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ [f]καθ’ ἡμέραν, καὶ ἀκολουθείτω μοι.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:18 οἱ ὄχλοι λέγουσιν WH Treg ] λέγουσιν οἱ ὄχλοι NIV RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:20 Πέτρος δὲ ἀποκριθεὶς WH Treg NIV ] Ἀποκριθεὶς δὲ ὁ Πέτρος RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:21 λέγειν WH Treg NIV ] εἰπεῖν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:22 ἐγερθῆναι WH Treg NIV ] ἀναστῆναι RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:23 ἔρχεσθαι ἀρνησάσθω WH Treg NIV ] ἐλθεῖν ἀπαρνησάσθω RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 9:23 καθ᾽ ἡμέραν WH Treg NIV ] – RP